Ο Λαόνικος Χαλκοκονδύλης περιγράφει την επίθεση του Ουνιάδη κατά των ευρωπαϊκών στρατευμάτων του Μουράτ και το θάνατο του Karaca Bey:
Ἰωάννης μὲν οὖν, ὡς ἐτρέψατο τὸ τῆς Ἀσίας στράτευμα, ἀφίκετο ἐπὶ Λαδισλάον βασιλέα, παραινῶν αὐτῷ ἵστασθαι καὶ ἱδρῦσθαι κατὰ χώραν, μηδὲ προϊέναι ποι συμβαλοῦντα τοῖς πολεμίοις, ὡς ἂν ἐπιόντι κατὰ τοῦ βασιλέως χαλεπὸν ἀποβαίη, καταφυγὴ ἐκ τῆς μάχης γένοιτο. καὶ παρεγγύα μηδενὶ τῶν ἀμφ' αὑτὸν ἐπιτρέπειν ἄλλῃ πῃ ἀπιέναι, ἀλλ' αὐτοῦ μένοντας ἐπιμένειν, ἐς ὃ ἂν μαχεσάμενος καὶ τὸ τῆς Εὐρώπης στράτευμα τρεψάμενος ὑποστρέψηται, καὶ τότε ἐπὶ τὰς θύρας ἅμα, ὑπολειπομένου τοῦ ἀγῶνος τούτου, ἐλῶσι μετὰ ταῦτα εἰπὼν ἀπῄει συνταξάμενος ἐπὶ τὸ τῆς Εὐρώπης στράτευμα, ὃ ἐπὶ τοῦ βασιλέως παρετάσσετο μέρος, καὶ συμβαλλὼν ἐμάχετο ἐπὶ χρόνον τινά. ἐγένετο δὲ ἡ μάχη οὕτως. ὡς συμβάλλοιεν οἱ Παίονες ἐς χεῖρας ἐλθόντες, τρεψάμενοι τοὺς Τούρκους ἐδίωκον, ἕως οὗ ἐγένοντο ἀγχοῦ τοῦ στρατοπέδου αὐτοῦ. μετὰ δὲ εὐθὺς συστρέψαντες οἱ Τοῦρκοι ἐδίωκον τοὺς Παίονας χρόνον ἱκανὸν ἄχρις οὗ γένοιντο καὶ οὗτοι ἐν τῷ στρατοπέδῳ αὑτῶν. καὶ ὁπότε μὲν βιασάμενοι οἱ Παίονες τοὺς Τούρκους ἐπικέοιντο διώκοντες, ἐνταῦθα συχνοὶ τῶν Τούρκων ἔπιπτον καταπατούμενοι ὑπὸ τῶν Παιόνων. καὶ μὲν δὴ καὶ Παίονες ἐν τῇ ἀποχωρήσει πολλοὶ ἀπεγίνοντο, ὁπότε δὴ αἰδοῖ ἀποχωροῦντες. ἐν τούτῳ πίπτει Καραζίης ὁ τῆς Εὐρώπης στρατηγός, ξίφει Παιωνικῷ βληθεὶς κατὰ τὸ στῆθος, δορατίου τραύματι. τὰ γὰρ Παιονικὰ ξίφη σχεδόν τι δή, καὶ τὰ τῆς Γερμανίας ἁπάσης, ἐληλαμένα τυγχάνει ἐπὶ μήκιστον καὶ ὀξέα, οὐ μέντοι τοιαῦτα οἷα καταίροντα κόπτειν ὅτι καὶ ἄξια λόγου, ὡς τὰ βαρβαρικὰ ἢ καὶ Ἰταλικά.
Λαόνικος Χαλκοκονδύλης, Αποδείξεις Ιστοριών δέκα, Bekker, I. (επιμ.), Laonici Chalcocondylae Athiniensis historiarum libri decem (CSHB, Bonn 1843), σελ. 335
Από οθωμανικό κατάστιχο για την περιοχή της Νικόπολης, περ. 1450. Η ερήμωση του χωριού αποδίδεται στη «Σταυροφορία» της Βάρνας:
The village of Raviç: this is reported to have been the timar of Kadizade. [The villagers] are reported to have dispersed since the infidels came to Varna. It is now contracted to Mehmed son of Yusuf, on condition of going to war and reviving [the village]. Because no one else has requested it, it has been registered in his name.
Imber, C., The Crusade of Varna 1443-45 (Aldershot 2006), σελ. 189.