Procopius on the fortifications of Justinian I in Crimaea:
Καὶ μὴν καὶ Βοσπόρου καὶ Χερσῶνος πόλεων, αἵπερ κατὰ τὴν ἐκείνῃ ἀκτὴν ἐπιθαλασσίδιαι μετὰ λίμνην τε τὴν Μαιώτιδα καὶ τοὺς Ταύρους καὶ Ταυροσκύθας ἐν ἐσχάτῳ οἰκοῦνται τῆς Ῥωμαίων ἀρχῆς, πεπονηκότα παντάπασι τὰ τείχη εὑρὼν ἐς μέγα τι κάλλους τε καὶ ἀσφαλείας κατεστήσατο χρῆμα. ἔνθα δὴ καὶ φρούρια πεποίηται τό τε Ἀλούστου καλούμενον καὶ τὸ ἐν Γορζουβίταις. διαφερόντως δὲ τὴν Βόσπορον τῷ ἐρύματι ἐκρατύνατο, ἥνπερ ἐκ παλαιοῦ βεβαρβαρωμένην καὶ ὑπὸ τοῖς Οὔννοις κειμένην ἐς τὸ Ῥωμαίων αὐτὸς μετήνεγκε κράτος. ἔστι δέ τις ἐνταῦθα χώρα κατὰ τὴν παραλίαν, Δόρυ ὄνομα, ἵνα δὴ ἐκ παλαιοῦ Γότθοι ᾤκηνται, … ὅπη ποτὲ δὲ τῶν ἐκείνῃ χωρίων βάσιμα εὐπετῶς τοῖς ἐπιοῦσιν ἐδόκει εἶναι, ταύτας δὴ τειχίσμασι μακροῖς τὰς εἰσόδους περιβαλών, τὰς ἐκ τῆς ἐφόδου φροντίδας ἀνέστειλε Γότθοις.
Procopius, Buildings III.7.10-17, Haury, J. – Wirth, G. (eds), Procopii Caesariensis opera omnia IV: De aedificiis libri VI (Lipsiae 1964), pp. 100.24-101.25.
Heraclius allies the Khazars against the Persians (626):
...τὸ δὲ τρίτον μέρος [του στρατού] αὐτὸς [ο Ηράκλειος] λαβὼν ἐπὶ Λαζικὴν ἐχώρει, καὶ ἐν ταύτῃ διατρίβων τοὺς Τούρκους ἐκ τῆς ἑῴας, οὓς Χάζαρεις ὀνομάζουσιν, εἰς συμμαχίαν προσεκαλέσατο.
Theophanes, Chronographia, de Boor, C. (ed.), Theophanis Chronographia I (Lipsiae 1883), p. 315.14-16.
Constantine VII Porphyrogenitos on the usefulness of the Pechenegs against the Rus' and the Hungarians:
Ὅτι τοῦ βασιλέως Ῥωμαίων μετὰ τῶν Πατζινακιτῶν εἰρηνεύοντος, οὔτε <οἱ> Ῥῶς πολέμου νόμῳ κατὰ τῆς Ῥωμαίων ἐπικρατείας, οὔτε οἱ Τοῦρκοι δύνανται ἐπελθεῖν, ἀλλ’ οὔτε ὑπὲρ τῆς εἰρήνης μεγάλα καὶ ὑπέρογκα χρήματά τε καὶ πράγματα παρὰ τῶν Ῥωμαίων δύνανται ἀπαιτεῖν, δεδιότες τὴν διὰ τοῦ τοιούτου ἔθνους παρὰ τοῦ βασιλέως κατ’ αὐτῶν ἰσχὺν ἐν τῷ ἐκείνους κατὰ Ῥωμαίων ἐκστρατεύειν. Οἱ <γὰρ> Πατζινακῖται, καὶ τῇ πρὸς τὸν βασιλέα φιλίᾳ συνδούμενοι καὶ παρ’ ἐκείνου διὰ γραμμάτων καὶ δώρων ἀναπειθόμενοι, δύνανται ῥᾳδίως κατὰ τῆς χώρας τῶν τε Ῥῶς καὶ τῶν Τούρκων ἐπέρχεσθαι καὶ ἐξανδραποδίζεσθαι τὰ τούτων γύναια καὶ παιδάρια καὶ ληίζεσθαι τὴν χώραν αὐτῶν.
Moravcsik, G. (ed.) – Jenkins, R.J.H. (trans.), Constantine Porphyrogenitus, De administrando imperio (CFHB 1, Washington, D.C. 1967), pp. 50.3-52.13.