|
|
|
|
|
Παραθέματα
|
|
Decree honouring Diophantus (late 2nd century BC)
[— — — — — — — — — — — — — — — — — — — — — — — — — — — —]σω[— — — — — — — — — —][— — — — — — —]ω̣ν̣ Ζ̣ή̣θου̣ ε̣ἶπαν· ἐπε̣[ιδὴ Διόφαντος Ἀσκλ]α̣[πι]οδώρου Σινωπεὺς φίλος [μὲν καὶ][εὐεργέτας ἁμῶν] ἐ̣ών, πιστε[υ]όμενος δὲ κ̣α̣[ὶ τιμώμενος οὐ]θενὸς ἧσσον ὑπὸ βασιλέος Μιθραδάτ̣α Εὐπά[τορος], δ̣ι̣ὰ παντὸς ἀγαθοῦ παραίτιος γίνεται ἑ̣[κάστωι] ἁ̣μῶν, ἐπ[ὶ] τὰ κάλλιστα καὶ ἐνδοξότατα τὸν [βασ]ιλέα προτρεπόμενος· παρακληθεὶς δ’ ὑπ’ αὐτοῦ̣ [καὶ] τ̣ὸν ποτὶ Σκ̣ύθας πόλεμον ἀναδεξάμενος [καὶ] π̣αραγενόμενος εἰς τὰν πόλιν ἁμῶν, ἐπάνδρως παντὶ τῶι στρατοπέδῳ τὰν εἰς τὸ πέραν διάβα[σι]ν ἐποήσατο. Παλάκου δὲ τοῦ Σκυθᾶν βασιλεῖος αἰφνιδίως ἐπιβαλόντος μετὰ ὄχλου πολλοῦ, παρα[τα]ξάμενος ἐν χρε̣ίαι, τοὺς ἀνυποστάτους δοκοῦντας εἶμεν Σκύθας τρεψάμενος πρῶτον ἀπ’ αὐ[τῶ]ν ἐπόησε βασιλέα Μιθραδάταν Εὐπάτορα τρόπαιον ἀναστᾶσαι· τοὺς δὲ παροικοῦντας Ταύρους ὑ[φ’ ἑ]αυτὸν ποησάμενος καὶ πόλιν ἐπὶ τοῦ τόπου συνοικίξας, εἰς τοὺς κατὰ Βόσπορον τόπους ἐχωρί[σθη] καὶ πολλὰς καὶ μεγάλας ἐν ὁλίωι χρόνωι πράξεις ἐπιτελέσας πάλιν εἰς τοὺς καθ’ ἁμὲ τόπους [ἐ]πέ[στ]ρεψε καὶ παραλαβὼν τοὺς ἐν ἀκμᾶι τῶν πολιτᾶν εἰς μέσαν τὰν Σκυθίαν προῆλθε. παραδόντων δὲ [αὐτ]ῶι Σκυθᾶν τὰ βασίλεια Χαβαίους καὶ Νέαν πόλιν, σχεδὸν πάντας ὑπακόους συνέβα γενέσθαι [βα]σ̣ιλεῖ Μιθραδάται Εὐπάτορι· ἐφ’ οἷς ὁ δᾶμος εὐχαριστῶν ἐτίμασε ταῖς καθηκούσαις αὐτὸν τιμαῖς, [ὡ]ς̣ ἀπολελυμένος ἤδη τᾶς τῶν βαρβάρων ἐπικρατείας. τῶν δὲ Σκυθᾶν τὰν ἔμφυτον [α]ὐ̣τοῖς ἀθεσίαν ἐκφανῆ καταστασάντων καὶ τοῦ μὲν βασιλεῖος ἀποστάντων, τὰ δὲ πρά[γμ]ατα εἰς μεταβολὰν ἀγαγόντων, δι’ ἃς αἰτίας βασιλεῖος Μιθραδάτα Εὐπάτορος Διόφαντον [πά]λιν ἐκπέμ̣ψαντος μετὰ στρατοπέδου, καίπερ τοῦ καιροῦ συγκλείοντος εἰς χειμῶνα, Διό[φα]ντος ἀναλαβὼν τοὺς ἰδίους καὶ τῶν πολιτᾶν τοὺς δυνατωτάτους ὥρμασε μὲν ἐπ’ αὐτὰ [τὰ β]ασίλεια τῶν Σκυθᾶν, κωλυθεὶς δὲ διὰ χειμῶνας, ἐπιστρέψας ἐπὶ τὰ παραθαλάσσια Κερκινῖτιν [μὲν] ἐλάβετο καὶ τὰ Τείχη, τοὺς δὲ τὸν Καλὸν λιμένα κατοικοῦντας πολιορκεῖν ἐπεβάλετο. Παλά[κο]υ̣ δὲ συνε̣ργεῖν τὸν καιρὸν ἑαυτῶι νομίζοντος καὶ συναγαγόντος τοὺς ἰδίους πάντας, ἔτι δὲ [καὶ] τ̣ὸ τῶν Ῥευξιναλῶν ἔθνος συνεπισπασαμένου, ἁ διὰ παντὸς Χερσονασιτᾶν προστατοῦσα [Πα]ρ̣θένος, καὶ τότε συμπαροῦσα Διοφάντωι, προεσάμανε μὲν τὰν μέλλουσαν γίνεσθαι πρᾶξιν [διὰ τ]ῶν ἐν τῶι ἱερῶι γενομένων σαμείων, θάρσος δὲ καὶ τόλμαν ἐνεποίησε παντὶ τῶι στρ̣α̣τοπέ[δωι· Δ]ιοφάντου δὲ διαταξαμένου σωφρόνως, συνέβα τὸ νίκαμα γενέσθαι βασιλεῖ Μιθ[ρ]αδά[ται Εὐ]π̣άτορι καλὸν καὶ μνάμας ἄξιον εἰς πάντα τὸν χρόνον· τῶν μὲγ γὰρ πεζῶν ἤτοι τις ἢ̣ οὐ[θεὶς ἐσώ]θ̣η, τῶν δὲ ἱππέων οὐ πολλοὶ διέφυγον· οὐδένα δὲ χρόνον ἀργὸν παρείς, παραλαβὼν [τὸ στρατόπεδον], ἄ̣κ̣ρου τοῦ ἔαρος ἐπὶ Χαβαίους κα̣ὶ Νέ[αν π]όλιν ἐλθὼν παντὶ τ̣ῶ̣ι̣ β̣ά̣ρε̣ι̣ [— — — — —]Μ̣σ[․]ω[․․]ι[— — — — — — — — ὥστε τοὺς μὲν — — — — — — — —]Δ̣․Ε̣Ε̣[— —]․φυγεῖν, τ̣οὺς δὲ λοιποὺς Σκύθας περὶ τῶν καθ’ ἑαυτοὺ̣[ς — — — — —] τωι βουλεύσασθαι. εἴς τε τοὺς κατὰ Βόσπορον τόπους χωρισθ̣ε̣[ὶ]ς καὶ [καταστα]σάμενος καὶ τὰ ἔν<θ>ινα καλῶς καὶ συμφερόντως βασιλεῖ Μιθραδάται Εὐπά̣[τορι], τῶν περὶ Σαύμακον Σκυθᾶν νεωτεριξάντων καὶ τὸν μὲν ἐκθρέψαντα αὐτὸν {²ΑΥΤΟ[—] (facs.)}² [βα]σιλέα Βοσπόρου Παιρισάδαν ἀνελόντων, αὐτῶι δ’ ἐπιβουλευσάντων, διαφ[υγὼν τὸν]κίνδυνον ἐπέβα μὲν ἐπὶ τὸ ἀποσταλὲν ἐπ’ αὐτὸν ὑπὸ τῶν πολιτᾶν πλοῖον, παραγ̣[ενό]μενος δ̣[ὲ] καὶ παρακαλέσας τοὺς πολίτας, συνεργὸν πρόθυμον ἔχων τὸν ἐξ[απο]στέλλοντα β̣ασιλέα Μ[ι]θραδάταν Εὐπάτορα, παρῆν ἔχων ἄκρου τοῦ ἔαρος σ̣[τρα]τόπεδον πεζ̣ικ̣[ό]ν τε καὶ ναυτικόν, παραλαβὼν δὲ καὶ τῶν πολιτᾶν ἐπιλέ-κτους ἐμ πληρώμασι τρισί, ὁρμαθεὶς ἐκ τᾶς πόλεος ἁμῶν παρέλαβ[ε]μὲν Θεοδοσίαν καὶ Παντικάπαιον, τοὺς δὲ αἰτίους τᾶς ἐπαναστάσεο[ς] τιμωρησάμενος καὶ Σαύμακον τὸν αὐτόχειρα γεγονότα βασιλέος Παιρι-σάδα λαβὼν ὑποχείριον εἰς τὰν βασιλείαν ἐξαπέστειλε, τὰ δὲ πράγματα ἀ̣νεκτ[ά]σατο βασιλεῖ Μιθραδάται Εὐπάτορι. ταῖς τε πρεσβείαις ταῖς ἀποστελλομέναις ὑπὸ τοῦ δάμου συνεργῶν εἰς πᾶν τὸ συμφέ[ρ]ον Χερσονασίταις εὔνουν ἑαυτὸν καὶ φιλότιμον παρέχεται. ὅπως οὖν καὶ ὁ δᾶμος τοῖς εὐεργέταις ἑαυτοῦ τὰς καθηκούσας φαίνηται χάριτας ἀποδιδούς, δεδόχθαι τᾶι βου-λᾶι καὶ τῶι δάμωι στεφανῶσαι Διόφαντον Ἀσκλαπιοδώρου χρυσέωι στεφάνωι Παρθενείοις ἐν τᾶι πομπᾶι, τὸ ἀνάγγελμα ποιουμένων τῶν συμμναμόνων· "ὁ δᾶμος στεφανοῖ Διόφαντον Ἀσκλαπιοδώρου Σινωπέα ἀρετᾶς ἕνεκα καὶ εὐνο[ί]ας τᾶς εἰς αὐτόν". σταθῆμεν δὲ αὐτοῦ καὶ εἰκόνα χαλκέαν ἔνοπλον ἐν τᾶι ἀκροπόλε[ι] παρὰ τὸν τᾶς Παρθένου βωμὸν καὶ τὸν τᾶς Χερσονάσου, περὶ δὲ τούτων ἐπιμελὲ̣[ς] γενέσθαι τοῖς ἐπιγεγραμμένοις ἄρχουσι, ὅπως ὅτι τάχιστα καὶ κάλλιστα γέ̣νηται· ἀναγράψαι δὲ καὶ τὸ ψάφισμα εἰς τὰν βάσιν τοῦ ἀνδριάντος, τὸ δὲ εἰς ταῦτα γενόμενον ἀνάλωμα δόμεν τοὺς ταμίας τῶν ἱερῶν. ταῦτ’ ἔδοξε βουλᾶ̣[ι] καὶ δ̣άμωι μηνὸς Διονυσίου ἐννεακαιδεκάται, βασιλεύοντος Ἀγέλα τοῦ Λ[α]γορίνου, προαισυμνῶντος Μήνιος τοῦ Ἡρακλείου, γραμματεύοντος Δαμ̣[ασικλ]εῖος τοῦ Ἀθαναίου. vacat
ΙOSΡΕ Ι² 352
|
|
|
|
|
|