|
|
|
|
|
Παραθέματα
|
|
The guard of the dead riders
[...] λαβόντες τῶν λοιπῶν θεραπόντων τοὺς ἐπιτηδεοτάτους (οἱ δέ εἰσι Σκύθαι ἐγγενέες· οὗτοι γὰρ θεραπεύουσι τοὺς ἂν αὐτὸς ὁ βασιλεὺς κελεύσῃ, ἀργυ- ρώνητοι δὲ οὐκ εἰσί σφι θεράποντες), τούτων ὦν τῶν διηκόνων ἐπεὰν ἀποπνίξωσι πεντήκοντα καὶ ἵππους τοὺςκαλλιστεύοντας πεντήκοντα, ἐξελόντες αὐτῶν τὴν κοιλίηνκαὶ καθήραντες ἐμπιπλᾶσι ἀχύρων καὶ συρράπτουσι. Ἁψῖδος δὲ ἥμισυ ἐπὶ δύο ξύλα στήσαντες ὕπτιον καὶ τὸ ἕτερον ἥμισυ τῆς ἁψῖδος ἐπ’ ἕτερα δύο, καταπήξαντες τρόπῳ τοιούτῳ πολλὰ ταῦτα, ἔπειτα τῶν ἵππων κατὰ τὰμήκεα ξύλα παχέα διελάσαντες μέχρι τῶν τραχήλωνἀναβιβάζουσι αὐτοὺς ἐπὶ τὰς ἁψῖδας· τῶν δὲ αἱ μὲνπρότεραι ἁψῖδες ὑπέχουσι τοὺς ὤμους τῶν ἵππων, αἱ δὲ ὄπισθε παρὰ τοὺς μηροὺς τὰς γαστέρας ὑπολαμβάνουσι σκέλεα δὲ ἀμφότερα κατακρέμαται μετέωρα. Χαλινοὺς δὲ καὶ στόμια ἐμβαλόντες ἐς τοὺς ἵππους κατατείνουσι ἐςτὸ πρόσθε αὐτῶν καὶ ἔπειτα ἐκ πασσάλων δέουσι. Τῶν δὲδὴ νεηνίσκων τῶν ἀποπεπνιγμένων τῶν πεντήκοντα ἕνα ἕκαστον ἀναβιβάζουσι ἐπὶ τὸν ἵππον, ὧδε ἀναβιβάζοντες· ἐπεὰν νεκροῦ ἑκάστου παρὰ τὴν ἄκανθαν ξύλον ὀρθὸν διελάσωσι μέχρι τοῦ τραχήλου, κάτωθεν [δὲ] ὑπερέχει τοῦξύλου τούτου τὸ ἐς τόρμον πηγνύουσι τοῦ ἑτέρου ξύλουτοῦ διὰ τοῦ ἵππου. Στήσαντες δὲ κύκλῳ <περὶ> τὸ σῆμα ἱππέας τοιούτους ἀπελαύνουσι.
Herodotus, Histories 4.72.
|
|
|
|
|
|