A Byzantine writer of the 10th century describes the status of Cherson before the creation of the theme:
Ἡ δὲ Χερσὼν τὸ παλαιὸν οὐκ ἦν εἰς ὄνομα θέματος, οὐδὲ ἐν μητροπόλεως σχήματι· ἀλλ’ οἱ τοῦ Βοσπόρου κρατοῦντες ἐκράτουν καὶ Χερσῶνος αὐτῆς καὶ τῶν λοιπῶν κλιμάτων, ὥστε καὶ βασιλεύειν τοὺς ἐν τῷ Βοσπόρῳ κατοικοῦντας λέγεται.
Pertusi, A. (ed.), Constantino Porfirogenito, De Τhematibus (Studi e Testi 160, Città del Vaticano 1952), 98.1-4.
The establishment of the theme of Cherson in the 9th century, as it is described by a later Byzantine chronographer:
ἐδίδου δὲ καὶ περὶ τοῦ Χερσῶνος τῷ βασιλεῖ γνώμην τε καὶ βουλήν, οἷς εἰς πεῖραν τῶν ἀνθρώπων ἦλθεν καὶ τῶν τόπων ὁμοῦ, καὶ «οὐκ ἄλλως ἄρξεις τῆς χώρας καὶ τῶν τόπων ὁλοσχερῶς ἢ στρατηγὸν προχειριζόμενος ἴδιον, ἀλλ’ οὐ τοῖς ἐκείνων ἄρχουσί τε καὶ πρωτεύουσι καταπιστεύων σαυτόν». οὐδὲ γὰρ οὐδ’ ἡμέτερός πω τῆς ἐκείνων προνοούμενος ἐξαπεστέλλετο στρατηγός, ἀλλ’ ὁ λεγόμενος πρωτεύων μετὰ καὶ τῶν πατέρων τῆς πόλεως τὰ πάντα ἦν διοικῶν. ἐπὶ τούτῳ ὁ βασιλεὺς Θεόφιλος οὐκ ἄλλον ἀλλὰ τὸν εἰρημένον Πετρωνᾶν, ὡς ἔμπειρον κρίνας τοῦ τόπου, πρωτοσπαθάριόν τε ἐτίμησεν καὶ στρατηγὸν ἐξαπέστειλεν, τόν τε πρωτεύοντα καὶ τοὺς ἄλλους θεσπίσας ὑπείκειν ἀνενδοιάστως αὐτῷ· ἐξ ὅτου περ καὶ μέχρι ἡμῶν ἐκράτησεν ἀπὸ τῶν ἐντεῦθεν εἰς Χερσῶνα προβάλλεσθαι στρατηγούς.
Bekker, I. (ed.), Theophanes Continuatus (Bonn 1838), 123.14-124.3.
Revolt of the inhabitants of the theme of Cherson around 896-897:
ἐπὶ τούτου ἔσφαξαν καὶ ἐν Χερσῶνι οἱ τοῦ κάστρου τὸν στρατηγὸν αὐτῶν Συμεῶνα, τὸν υἱὸν Ἰωνᾶ.
Wahlgren, S. (ed.), Symeonis Magistri et Logothetae Chronicon (Corpus Fontium Historiae Byzantinae 44/1, Berlin – New York 2006), 277.138-139.
Inscription of April 1059 which dedicated Leo Aliates, strategos of Cherson and Sougdaia:
+Ἐγένοντο αἱ πόρται τοῦ πραιτωρίου σιδηραῖ, ἐνεκαινίσθησαν καὶ αἱ λοιπαὶ τοῦ κάστρου ἐπὶ Ἰσακίου μεγάλου βασιλέ(ως) καὶ αὐτοκράτορ(ος) ῾Ρωμαί(ων) τοῦ Κομνηνοῦ κ(αὶ) Αἰκατερίνης τῆς εὐσεβεστάτης Αὐγούστης διὰ Λέοντ(ος) π(ατ)ρικίου κ(αὶ) στρατηγοῦ Χερσῶνο(ς) κ(αὶ) Σουγδ(αίας) τοῦ Ἀλιάτ(ου), μη(νὸς) Ἀπρι(λίου), ἰνδ(ικτιῶνος) ιβʹ, ἔτ(ους)͵ Ϛφξζʹ+
Latyšev, V. (ed.), Sbornik grečeskich nadpisej christianskich vremen iz Južnoj Rossii (St. Petersburg 1896), no. 8, 1-8.
Later writer describes the administrative subjugation of part of the former theme of Cherson to the Empire of Trepizond in
1222:
ναῦς τις πεφορτισμένη μετὰ τῶν δημοσιακῶν τελεσμάτων τῆς Χερσῶνος καὶ τῶν ἐκεῖσε κλιμάτων Γοτθίας καὶ δημοσιακοῦ ἄρχοντος Ἀλεξίου τοῦ Πακτιάρη καὶ ἀρχόντων τινῶν Χερσωνιτῶν, ἐρχομένη ἐνταῦθα συγκομίσαι τῷ βασιλεῖ Γίδῳ τὰ ἐπέτεια τέλη, κυμαινομένης τῆς θαλάττης, εἰς Σινώπην προσώκειλε· καὶ ὁ ῥηθεὶς δὲ ῾Ραΐσης τὸ πλοῖον τοῦτο καὶ τὰ χρήματα καὶ τοὺς ἐντὸς ἅπαντας σὺν τοῖς ναύταις καταπορθήσας ἀφεῖλε, καὶ κατάφρακτα μετὰ ταῦτα πλοῖα κατὰ Χερσῶνος ἀπέστειλε καὶ καθεῖλον τὰς χώρας αὐτῆς ἄκρως. τοῦτο μαθόντων τῶν Τραπεζουντίων, ἔγνω καὶ ὁ βασιλεὺς τὴν συμφορὰν τῶν Βαρβάρων καὶ τῶν συνθηκῶν τοῦ σουλτάνου τὴν κατάλυσιν, ἐφ’ ᾧ καὶ ὁ τῆς Σινώπης ἄρχων τοιαύτην ἐπήγαγεν. ὅθεν καὶ στόλον ἀγείρουσι κατὰ Σινώπης καὶ στέλλουσιν ἐκεῖ πανοπλίαν, καὶ εὐθέως εἰς Κάρουσαν προσωρμίσθησαν καὶ ἐληίσαντο τὰς αὐτόθι χώρας ἁπάσας, αἳ παρέκειντο ἄχρι καὶ αὐτοῦ ἐμπορίου Σινώπης. καὶ αὐτὰς δὲ τὰς ναῦς, ἃς ἐν τῷ λιμένι εὗρον, εἷλον καὶ πολλοὺς ἀπέκτειναν ἐξ αὐτῶν καὶ τοὺς ἄλλους ᾐχμαλώτισαν. οἱ δέ γε τούτοις προσήκοντες καὶ οἱ τῶν πλοίων ναυηγοὶ ἐπανέστησαν τῷ ῾Ραΐσῃ καὶ λοίδορον γλῶτταν ἠκόνησαν κατ’ αὐτοῦ. στέλλει τοίνυν τοῖς τριηράρχαις μὴ μελήσας ὁ ῾Ραΐσης πρέσβεις διαλλαγῆναι ζητῶν. καὶ μετὰ πολλὰ τὸν Πακτιάρην καὶ τὸ Σέριον, τὴν ναῦν ἐκείνην, μετὰ τῶν χρημάτων εἰς αἰχμαλώτους μόνους ἀμείψαντες οἱ τριηράρχαι οἴκαδε ἐπανίεσαν χαίροντες μετὰ πολλῶν χρημάτων. ἀλλὰ καὶ ὅσα ἐκ τῶν κλιμάτων Χερσῶνος ἐκεῖνοι ἐληίσαντο, οὗτοι καὶ ταῦτα ἐκομίσαντο.
Joseph Lazaropoulos, Έτι σύνοψις των του αγίου θαυμάτων μερικὴ εκ των πλείστων, Papadopoulos-Kerameus, A. (ed.), Fontes Historiae Imperii Trapezuntini 1 (Amsterdam 1965), 117.10-118.3.