The renovation of the monastery of Prodromos at Sozopolis by Michael Glabas Tarchaneiotes
Ἔπειτα Σωζόπολιν ἀπὸ Βουλγάρων (96)
σώζει κατασχὼν ἅμα τοῖς πέριξ τόποις·
[...]
κἀντεῦθεν εὑρὼν τὴν μονὴν τοῦ Προδρόμου
σμικράν, πνιγηράν, δυστυχῆ παρ' ἀξίαν,
ἣν εἶχεν ἑξὰς εὐτελῶν μονοτρόπων, (105)
οὕτω καλὴν ἔδειξεν, ὡς ἤδη βλέπεις,
καὶ τὴν πρὸ μικροῦ Νησίον καλουμένην
εἰς νῆσον ἁβρὰν ἐξαμείψας εὑρέθη
οὐκ ὴν γὰρ εἰκὸς τὸν προφήτην τὸν μέγαν
ἔρημον οἰκεῖν καὶ μετὰ πότμον τόπον.
E. Miller (ed.), Manuelis Philae carmina II, pp. 244-5, v. 96-109.
The desertation of the Monastery of Prodromos by Murat IV after it had served as a shelter of Cossacks-pirates:
21. Ὀ αὐτὸς βασιλεὺς [John VII Palaiologos] εἶχε κτίσει καὶ ἑτέραν μονὴν ἐπὶ τῆς ἀπέναντι Σωζοπόλεως κειμένης νήσου, ἐπ' ὀνόματι καὶ αὐτὴν τοῦ τιμίου Προδρόμου. Περὶ δὲ τὸ 1626 ἔτος ἐπὶ Σουλτὰν Μουρὰτ τοῦ Δ΄, ἐπιπλεύσαντες Κοζάκοι μετὰ 150 ἐλαφρῶν πλοιαρίων, καὶ εἰς τὸν Θρᾳκικὸν Βόσπορον παρεισδύσαντες, ἐλεηλάτησαν τὰ κατ' Εὐρώπην παράλια αὐτοῦ χωρία, καὶ κατέκαυσαν τὸν Βαθὺν, ἢ Μέγαν Ῥύακα (Μπουγιοὺκ Δερὲ), τὸ Νεοχώριον καὶ τὸ Σωσθένιον (τὴν Στένην). Εἶτα, ὑποστρέφοντες εἰς τὰ ἴδια, ἄραξαν εἰς τὴν εἰρημένην νῆσον· καὶ ἐπειδὴ οἱ ἐν τῇ ἐκεῖ Μονῇ τοῦ Προδρόμου κατοικοῦντες Μοναχοὶ ὑπὸ φόβου κινούμενοι, ἐφιλοξένησαν αὐτοὺς, οἱ Κρατοῦντες τὴν μονὴν κατηδάφισαν, τοὺς δὲ Μοναχοὺς διεσκόρπισαν ἐκεῖθεν».
«Ἱστορικὸν ὑπόμνημα περὶ τῆς κατὰ τὴν Χάλκην μονῆς τῆς Θεοτόκου ὑπὸ Βαρθολομαίου τοῦ Κουτλουμουσιανοῦ», cited by Ι. Σακελλίων, «Ιωάννου Ε΄ καὶ Ιωάννου Ζ΄ τῶν Παλαιολόγων χρυσόβουλλον καὶ ἀργυρόβουλον περὶ τῆς κατὰ τὴν Σωζόπολιν μονῆς τοῦ Προδρόμου», Δελτίον της Ιστορικής και Εθνολογικής Εταιρείας της Ελλάδος 2 (1885), p. 611.