Les Goths de Dori selon Procope:
ἔστι δέ τις ἐνταῦθα χώρα κατὰ τὴν παραλίαν, Δόρυ ὄνομα, ἵνα δὴ ἐκ παλαιοῦ Γότθοι ᾤκηνται, οἳ Θευδερίχῳ ἐς Ἰταλίαν ἰόντι οὐκ ἐπισπόμενοι, ἀλλ' ἐθελούσιοι αὐτοῦ μείναντες, Ῥωμαίων καὶ εἰς ἐμέ εἰσιν ἔνσπονδοι· ξυνστρατεύουσί τε αὐτοῖς ἐπὶ πολεμίους τοὺς σφετέρους ἰοῦσιν, ἡνίκα ἂν βασιλεῖ βουλομένῳ εἴη. ἐξικνοῦνται δὲ ἐς τρισχιλίους, καὶ τά τε πολέμια ἔργα εἰσὶν ἄριστοι τά τε ἐς τὴν γεωργίαν αὐτουργοὶ δεξιοί, καὶ φιλοξενώτατοι δέ εἰσιν ἀνθρώπων ἁπάντων. αὐτὴ δὲ ἡ χώρα τὸ Δόρυ τῆς μὲν γῆς ἐν ὑψηλῷ κεῖται, οὐ μέντοι οὔτε τραχεῖα οὔτε σκληρά ἐστιν, ἀλλ' ἀγαθή τε καὶ εὔφορος καρπῶν τῶν ἀρίστων. πόλιν μὲν οὖν ἢ φρούριον οὐδαμῆ τῆς χώρας ὁ βασιλεὺς ἐδείματο ταύτης, κατείργεσθαι περιβόλοις τισὶν οὐκ ἀνεχομένων τῶν τῇδε ἀνθρώπων, ἀλλ' ἐν πεδίῳ ἀσμενέστατα ᾠκημένων ἀεί. ὅπη ποτὲ δὲ τῶν ἐκείνῃ χωρίων βάσιμα εὐπετῶς τοῖς ἐπιοῦσιν ἐδόκει εἶναι, ταύτας δὴ τειχίσμασι μακροῖς τὰς εἰσόδους περιβαλών, τὰς ἐκ τῆς ἐφόδου φροντίδας ἀνέστειλε Γότθοις.
Procope de Césarée, De aedificiis III 7.13, éd. J. Haury, corr. G. Wirth, Procopii Caesariensis opera omnia 4 (Leipzig 1964).
La révolte de Jean Gothique contre les Khazars, d'après sa Vie:
Ὁ δὲ ὅσιος ἐπίσκοπος Ἰωάννης μετὰ ταῦτα ὑπὸ τοῦ ἰδίου λαοῦ τοῖς ἄρχουσι τῶν Χαζάρων ἐξεδόθη διὰ τὸ συσταθῆναι αὐτῷ τῷ κυρῷ τῆς Γοτθίας καὶ τοις ἄρχουσιν αυτοῦ καὶ παντὶ τῷ λαῷ πρὸς τὸ μὴ κατακυριεῦσαι τῆς χώρας αὐτῶν τοὺς εἰρημένους Χαζάρους. Ἀποστείλας γὰρ ὁ Χαγάνος παρέλαβεν τὸ κάστρον αὐτῶν τὸ λεγόμενον Δορός, θέμενος ἐν αὐτῷ φύλακας ταξάτους οὓς καὶ ἐξεδίωξεν ὁ εἰρημένος ὅσιος ἐπίσκοπος μετὰ τοῦ λαοῦ αὐτοῦ καὶ τὰς κλεισούρας ἐκράτησεν. Ὅθεν εἰδότες τὸν ἀρχιερέα ὑπὸ ἐνὸς χωρίου παραδοθέντα, προσέφυγον τῷ Χαγάνῳ· καὶ τὸ μὲν κυρῷ Γοτθίας ἐφείσατο, δεκαεπτὰ δὲ δούλους ὁ Χαγάνος ἐκούρασεν ἀναιτίους. Ὁ δὲ ὅσιος παραφυλαχθεὶς ἠδυνήθη διαδρὰς ἀντιπερᾶσαι εἰς Ἄμαστραν τὴν φιλόχριστον πόλιν.
Auzépy, M. Fr., «La Vie de Jean de Gothie (BHG 891)», dans Zuckerman, C. (éd.), La Crimée entre Byzance et le Khaganat khazar (Paris 2006), p. 81.
Éloge de la ville de Theodoro (Mangup) dans le poème du moine Mathieu:
Ὦ πόλις θαυμαστότατε, τὴν κλῆσιν θεοῦ δῶρον,
ὁποῖος ὑψηλότατος ὁ θαυμαστὸς τεχνίτης,
σούδας καὶ κλεισούρας σοι καὶ ὕψος ἀνεβάσας, 75
Καὶ τείχη θαυμαστότατα καὶ φυσικὰ στηλώσας
ἐκτὸς ἀσβέστου καὶ πλινθὺς καὶ λαξευτῶν μαρμάρων,
ἐκτὸς τεχνίτας, λεπτουργοὺς καὶ πάρεξ λιθοξόους,
ἐκτός τε λίθων εὐμηκῶν καὶ τετραγωνιαίων,
ἐκτὸς μαγγάνων καὶ πριῶν καὶ ἄνευ ἐργαλείων, 80
ἐκτὸς βοῆς καὶ στεναγμῶν καὶ πάρεξ δορυφόρων,
καὶ συγκροτήσεων λαοῦ καὶ ἁμαξῶν καὶ ξύλων,
ἐκτὸς βασιλικῆς χειρὸς καὶ χρημάτων δαπάνης,
τοιαῦτα τείχη ὑψηλὰ ἐστόλισέ σε κύκλῳ,
ὡς δὲ καὶ ὕψος κέκτησαι τῆς γῆς ἀνεστηκότα, 85
περί λεπτος τοῖς πέρασι, τῇ γῇ καὶ τῇ θαλάσσῃ;
πῶς φέρεις ἔσωθεν πηγὰς κρυστάλους καὶ γλυκείας,
λειμῶνας πεδιάδας τε καὶ λόφους καὶ κοιλάδας;
οὐδὲ γὰρ ἔτυχες λοιπὸν βραχύτερη τὸ μῆκος,
ἀλλὰ καὶ μεγαλόπολις ἄνευ τῆς Κωνσταντίνου, 90
καὶ θαῦμα θαῦμα, μὲ θαμβεῖ ἡ σὴ δημιουργία.
Mercati, S.G. «Versi di Matteo Ieromonaco, "Διήγησις της πόλεως Θεοδώρου"», Studi Bizantini 2 (1927), p. 28.