Από το Βίο του Στεφάνου Σουγδαίας
2. κατὰ δὲ τὸν καιρὸν ἐκεῖνον τῆς περιωνύμου πόλεως Σουγδαίας πρόεδρος τὸν βίον ἀπολιπόντος καὶ πρὸς κύριον ἐκδημήσας, χρεία καὶ ζήτησις ἐγένετο ἑτέρου ἀρχιερέως· εὑρὼν δὲ ἡ ἐκκλησιαστικὴ τάξις τὸν ἀοίδιμον ἄνδρα καὶ διὰ τὴν προσοῦσαν αὐτοῦ ἀρετὴν καὶ τὸ εὐσταθὲς τοῦ ἤθους καὶ τοῦ λόγου βρίθοντα καὶ ὀρθῶν δογμάτων ὑφηγητήν, ψήφῳ καὶ δοκομασίᾳ τῆς θείας καὶ ἱερᾶς συνόδου καὶ αὐτοῦ τοῦ ἀποστολικοῦ θρόνου ἰθύνοντος (Γερμανοῦ, λέγω, τοῦ ἁγιωτάτου καὶ ὁμολογητοῦ) εἰς τὸν ἀρχιερατικὸν θρόνον ἀνάγεται ὁ πανιερώτατος Στέφανος. καὶ τίθεται τὸ φῶς ἐπὶ τὴν λυχνίαν καὶ φέγγει πᾶσιν τοῖς ἐκεῖσε μὴ μόνον πιστοῖς, ἀλλὰ καὶ ἀπίστοις, οὐ μόνον τοῖς ἐγγύς, ἀλλὰ καὶ τοῖς πόρρω· δίκην ἡλίου πάντας καταφωτίζει καὶ καταγλάζει τῷ φαεινῷ αὐτοῦ βίῳ.
«Βίος του οσίου πατρός ημών Στεφάνου του ομολογητού αρχιεπισκόπου Σουγδαίας», Василевский, В. Г. (επιμ.), Труды 3 (С.-Петербург-Ленинград 1915), σελ. 73-74.
Ο πατριάρχης Νικόλαος Α΄ Μυστικός επαινεί τον Κωνσταντίνο Γ΄ της Αβασγίας για το ρόλο του στη διάδοση του χριστιανισμού στους Αλανούς:
Τῷ περιδόξῳ ἐξουσιαστῇ Ἀβασγίας
Τὸ φιλόθεόν σου καὶ τὸ χρηστὸν τοῦ τρόπου ἐκίνησεν ἡμᾶς πρὸς τὴν σὴν ἀγάπην, ὦ τοῦ θεοῦ ἄνθρωπε· καὶ ἰδοὺ πρῶτοι διὰ τοῦ γράμματος προσαγορεύομέν σε καὶ ὡς τέκνον ἡμῶν οἷα παρόντες ἐναγκαλιζόμεθα καὶ πατρικοῖς φιλήμασι περιπτυσσόμεθα. Καὶ γὰρ τοῦ μὲν φιλοθέου ἀπόδειξις ἡ ἔνθεός σου σπουδή, ἣν ἐπί τῇ σωτηρίᾳ καὶ τῇ ἐπιγνώσει τῆς ἀληθείας τοῦ ἔθνους τῶν Ἀλανῶν ἐπεδείξω καὶ ἐπιδείκνυσαι· ἀνεμάθομεν γὰρ ἐκ διαφόρων τῶν ἐπισταμένων τὰ σὰ κατορθώματα ὡς μετά γε θεὸν πολλὴν τὴν πρόνοιαν κατεβάλου εἴς τὸν φωτισμὸν τοῦ τῆς Ἀλανίας ἄρχοντος καὶ εἰς τοὺς ὅσοι σὺν αὐτῷ κατηξιώθησαν τοῦ ἁγίου βαπτίσματος.
Jenkins, R. J. H. – Westerink, L. G. (επιμ.), Nicolas I Patriarch of Constantinople, Letters (CFHB 6, Washington 1973), σελ. 278.